TLG 1803 001 :: BRUTI EPISTULAE :: Epistulae BRUTI EPISTULAE Epist. Cf. et MITHRIDATIS EPISTULA (0039) Epistulae Citation: Epistle — (line) | ||
1(t) | Βροῦτος Περγαμηνοῖς. | |
1 | Ἀκούω ὑμᾶς Δολοβέλλᾳ χρήματα δεδωκέναι. ἃ εἰ μὲν ἑκόντες ἔδοτε, ὁμολογεῖτε ἀδικεῖν· εἰ δὲ ἄκοντες, ἀποδείξατε τῷ ἐμοὶ ἑκόντες δοῦναι. | |
---|---|---|
2(t) | Περγαμηνοὶ Βρούτῳ. | |
1 | Χρήματα Δολοβέλλᾳ μὲν ἔτι εὐποροῦντες ἐβιάσθη‐ μεν παρασχεῖν, σὺ δὲ ἡμᾶς δοῦναι θέλοντας ᾔτησας, ὅτε δυσπλήρωτον ἐν ἀπορίᾳ τὸ πρόθυμον. | |
3(t) | Βροῦτος Περγαμηνοῖς. | |
1 | Τὰ χρήματα ἡμῖν εἰς ὃν ἐπετάξαμεν καιρὸν μὴ πέμψαντες οὐδὲν ἄλλο εἰ μὴ τὸ δοκεῖν μετὰ τοῦ βε‐ βιάσθαι ταῦτα παρασχεῖν ὠφέλησθε. ὥστε διχόθεν ὑμᾶς βεβλάφθαι, καὶ τῷ τὸ ἀνάλωμα κατ’ ἴσον ὑπο‐ | |
5 | μεῖναι (δώσετε γὰρ τοσούτῳ κάκιον ὅσῳπερ ἄκοντες) καὶ τῷ ἣν εἰκὸς ἀντὶ τῶν ὑπουργηθέντων φέρεσθαι χά‐ ριν ὑμᾶς ἀφῃρῆσθαι· οὐ γὰρ χρὴ τὴν τῶν προθύμων ὑπηκόων παρρησίαν νέμεσθαι τοὺς οὐκ ἂν εἰ μὴ μετὰ ἀνάγκης ταῦθ’ ἡμῖν παρασχόντας. | |
4(t) | Περγαμηνοὶ Βρούτῳ. | |
1 | Εἰ ῥᾴδιος ὁ πορισμὸς ἦν, οὐκ ἂν περιεμείναμεν βραδυτῆτι διαβαλεῖν τὴν χάριν. τί γὰρ δὴ ὄφελος τοῖς κἂν ἀρνήσωνται βιασθησομένοις, ἐὰν μετὰ μελ‐ λήσεως ἀμφότερα ζημιωθῶσι, καὶ διδόντες τὸ ἀνά‐ | |
5 | λωμα καὶ τὴν ἀμοιβὴν ἀπολέσαντες; ἀλλ’ ἴσθι ὅτι τὸ μὲν τάχος περιουσίας ἔργον ἐστίν, ὁ δὲ χρόνος σπου‐ δῆς ἐκνικῆσαι βιαζομένης ἀπορίαν. οὐ δὴ δίκαιον τὴν τῶν παρὰ δύναμιν ἐπεκταθέντων κακοπραγίαν ἔλαττον φέρεσθαι τῶν οὐκ ἂν εἰ μὴ ὑπὸ εὐπορίας τα‐ | |
10 | χυνάντων. | |
5(t) | Βροῦτος Περγαμηνοῖς. | |
1 | Τὰ χρήματα ὑμῶν ἐκόμισαν οἱ πρέσβεις, ὡς μὲν πρὸς ἣν ᾐτιᾶσθε ἀσθένειαν πλείω, ὡς δὲ πρὸς ἣν ᾐτούμεθα χρείαν ὀλίγα. φυλάττεσθε οὖν μὴ καὶ δύνησθε πλεῖον οὗ προσποιεῖσθε καὶ βούλησθε ἔλαττον | |
5 | οὗ δύνασθε. | 178 |
6(t) | Περγαμηνοὶ Βρούτῳ. | |
1 | Ἐπέμψαμέν σοι χρήματα εἰ καὶ τῆς σῆς ἐλάττονα χρείας, ἀλλ’ οὖν τῆς ἑαυτῶν ὑποσχέσεως πλείονα· πα‐ ρῃτούμεθα μὲν γὰρ ὡς μικρότερα ἢ βουλόμεθα ἔχον‐ τες, ἐπορίσαμεν δὲ ὡς πλεῖον ἢ δυνάμεθα σπουδά‐ | |
5 | σαντες. | |
7(t) | Βροῦτος Περγαμηνοῖς. | |
1 | Δολοβέλλας ἐστὶν ἡμῖν μὲν πολέμιος, ὑμῖν δὲ φίλος, ᾧ εἰς ἅπαν καὶ καθ’ ἡμῶν ὑπουργεῖσθε. τί δῆτα ἂν ἕποιτο τοῖς τὰ αὐτὰ ἐκείνῳ ἑλομένοις εἰ μὴ ἁλόντας ἴσα πολεμίοις πάσχειν; οὐδὲ γὰρ μετάνοιαν δοτέον τοῖς | |
5 | οὐ πρὶν ἢ εἰς τὸ παντελὲς ἀποκαμεῖν μετανοοῦσι. | |
8(t) | Περγαμηνοὶ Βρούτῳ. | |
1 | Τῆς μὲν πάλαι πρὸς Δολοβέλλαν φιλίας σὺ αἴτιος, ὀψὲ ἡμῖν ἐπιστέλλων· ἀνάγκη γὰρ τὰς ἐκείνου κολα‐ κεύειν ἐπιταγὰς πρὶν ἢ σχεῖν πρὸς ὃν ἀποκλίνωμεν. τὴν δὲ εἰς τὸ μέλλον μετάνοιαν μὴ ἀφαιροῦ τῶν εἰ | |
5 | καὶ βραδέως, ἀλλ’ οὖν ὅταν δύνωνται τὸ ἀγνοηθὲν διορθούντων. | |
9(t) | Βροῦτος Περγαμηνοῖς. | |
1 | Ψήφισμα ὑμέτερον οἱ πρέσβεις ὑμῶν ἀπεκόμισάν μοι ἐν Ἀβδήροις τὴν ἀπ’ Ἰταλίας στρατιὰν ἐπισκο‐ πουμένῳ, δεξάμενος δὲ τῆς μὲν βραδυτῆτος ὑμᾶς ἐμεμψάμην (Περγαμηνοὺς γὰρ ταῦτα φρονεῖν ἐκ πολ‐ | |
5 | λοῦ ἂν ἐβουλόμην καὶ ἔδει), ἐπῄνεσα δὲ τῆς εἰς τὰ ἄλλα προθυμίας καὶ τῆς δωρεᾶς τῶν διακοσίων ταλάν‐ των, δι’ ἧς πάλαι ἄκοντες δοῦναι Δολοβέλλᾳ τὰ πεν‐ τήκοντα ἐπεδείξασθε. | |
10(t) | Περγαμηνοὶ Βρούτῳ. | |
1 | Καὶ τάχιον ἐφρονοῦμεν ἃ προσῆκον ἦν, καὶ νῦν οὐ βραδέως ἀλλ’ ἡνίκα δυνατὸν ἐξεγένετο ἡμῖν τὰ εἰ‐ κότα συντελοῦμεν. οἱ γοῦν ἐν περιουσίᾳ μὴ πλεῖον Δολοβέλλᾳ πεντήκοντα δόντες ταλάντων τετραπλα‐ | |
5 | σίονά σοι καίπερ ἐνδεόμενοι συνεισφέρομεν, ὅπως μάθῃς, ὅσον ἑκούσιος ὑπουργία πενομένων τοὺς ἀβου‐ λήτως ἐν εὐπορίᾳ βιασθέντας ὑπεραίρει. | |
11(t) | Βροῦτος Ῥοδίοις. | |
1 | Ξανθίους ἀποστάντας ἡμῶν χειρωσάμενοι ἡβηδὸν ἀπεσφάξαμεν, τήν τε πόλιν αὐτῶν κατεπρήσαμεν· Παταρεῦσι δὲ προσθεμένοις ἡμῖν τῶν τε φόρων ἄφεσιν ἐδώκαμεν, ἐλευθέρους αὐτοὺς καὶ αὐτονόμους συγχωρή‐ | |
5 | σαντες εἶναι, εἰς ἐπισκευήν τε τῶν ὑπὸ τοῦ χρόνου καταλελυμένων παρ’ αὐτοῖς πεντήκοντα τάλαντα ἐχα‐ | |
ρισάμεθα. ὑμῖν οὖν βουλευομένοις περὶ ἑαυτῶν πά‐ ρεστιν ὁρᾶν ὄψει, εἴτε χρὴ πολεμίους ἡμᾶς ὥσπερ Ξάνθιοι, εἴτε φίλους καὶ εὐεργέτας ὅνπερ τρόπον Πα‐ | 179 | |
10 | ταρεῖς αἱρεῖσθαι. | |
12(t) | Ῥόδιοι Βρούτῳ. | |
1 | Οὐκ εἰ σὺ βαρέως τοῖς ἐλευθεριάσασι Ξανθίων προσ‐ ηνέχθης, ἤδη καὶ ἡμεῖς τοὺς ἐπὶ δουλείᾳ δεκασθέντας μιμησόμεθα Παταρεῖς, ἀλλ’ ἐκείνων μὲν ἀπευξάμε‐ νοι τὴν τύχην πειρασόμεθα τῆς εὐγενείας ἔχεσθαι, | |
5 | τούτους δὲ μεμψάμενοι τῆς γνώμης οὐ δεησόμεθα τῶν ἀπὸ σοῦ λημμάτων, ἐνδοξοτέραν ἡγούμενοι τὴν μετὰ κινδύνων ἐλευθερίαν τῆς ἐπὶ τῷ κερδαίνειν αὐτομολίας. | |
13(t) | Βροῦτος Κώοις. | |
1 | Ῥόδος μὲν ἤδη δεδούλωται Κασσίῳ, πόλις αὐθα‐ δέστερον αἰσθομένη τῆς οἰκείας ἰσχύος ἢ βεβαιότερον, Λυκία δὲ ἡμῖν ὑπήκοος πᾶσα, ἣ μὲν πολέμῳ κα‐ μοῦσα, ἣ δ’ ἐκ τῆς ἀνάγκης ὠφελημένη τὸ ἀβίαστον· | |
5 | ἑκοῦσα γὰρ εἵλετο ἃ μετ’ οὐ πολὺ ἔμελλε μὴ βουλο‐ μένη. καὶ ὑμεῖς οὖν ἕλεσθε ἢ πολέμῳ βιασθέντες δοῦλοι ἢ ἑκουσίως ἡμᾶς δεξάμενοι φίλοι γενέσθαι. | |
14(t) | Κῶοι Βρούτῳ. | |
1 | Οὔτε ἡ Ῥοδίων ἅλωσις ἐξέπληξεν ἂν τοὺς μὴ τὰ σὰ φρονοῦντας, οὔτε ἡ Λυκίων εὐπραξία μετὰ κολα‐ κείας ἔπεισεν· ἐλπὶς γὰρ καὶ φόβος ἐν φίλοις μὲν ἀξιό‐ πιστα, ἐν δὲ τοῖς ἠλλοτριωμένοις εὐκαταφρόνητα. | |
5 | ἀλλ’ ἡμεῖς ἄνωθέν σοι προσχωροῦντες καθ’ ἓν ἀχθό‐ μεθα, εἴ γε δόξομεν ἢ ἀπειλῆς ἢ ὑποσχέσεως γεγο‐ νέναι κτῆμα. ἔχε οὖν ἡμᾶς ὑπόδειγμα φιλίας πρὸς ἄλλους μᾶλλον ἢ ἑτέρων ἐφ’ ἡμᾶς προσδέου. | |
15(t) | Βροῦτος Κώοις. | |
1 | Οὐδὲν οὔτε θαλάττης ἄνευ νεῶν οὔτε ἀγεωργήτου γῆς ὄφελος. πονήσατε οὖν περὶ τὰ σκάφη ὡς εἰ τῶνδε εἴητε ἄποροι, μηδὲν ἠπειρωτῶν πλέον ἐκ θα‐ λάττης ὀνησόμενοι. | |
16(t) | Κῶοι Βρούτῳ. | |
1 | Καὶ γεωργίαν ἔστιν ὅτε καὶ ναυτιλίαν ἐμποδίζει καιρός, ἀλλ’ οὔτε γῆς ἀποστεροῦνται οὔτε θαλάττης οἱ φύσει ταῦτα ἔχοντες· οὐ γὰρ ἴσον τῷ μηδ’ ὅλως κεκτῆ‐ σθαι τὸ κἂν ἐλλείπῃ ποτὲ εἰς τὴν χρείαν εὐδιόρθωτον. | |
17(t) | Βροῦτος Παταρεῦσιν. | |
1 | Δαμάσιππον Ῥοδίων ναύαρχον μετὰ τὴν Ῥοδίων ἅλωσιν φυγόντα μετὰ δυοῖν καταφράκτων ἐπυθόμην παρὰ Ἑρμοδώρου τοῦ Σαμίου ἐμπόρου πεφηνέναι ἐν | |
τῷ μεγίστῳ ὑμετέρῳ λιμένι. καταχθῆναι μὲν οὖν | 180 | |
5 | αὐτὸν ἐκεῖσε οὐδὲν ἁμάρτημα ὑμέτερον ἡγοῦμαι εἶναι, καταχθέντα δὲ εἰ περαιτέρω ποι τῆς γῆς ὑμῶν ἀπο‐ δρᾶναι ἐάσετε, καὶ ἀδικίαν καὶ ἀνανδρίαν ὑμῶν κα‐ ταγνώσομαι. | |
18(t) | Παταρεῖς Βρούτῳ. | |
1 | Εἰ θᾶττον ἡμῖν Ἑρμόδωρος ἢ σοὶ περὶ τοῦ ναυάρ‐ χου προσήγγειλεν, οὐκ ἄν, ὥσπερ εἰσπλεύσας ἔλαθε Δαμάσιππος, οὕτω καὶ ἀπαίρων διέφυγεν, ἀλλὰ μέρος ἂν τῆς Ῥοδίων ἁλώσεως ἐγένετο. νυνὶ δὲ σύγ‐ | |
5 | γνωθι τῷ τέλει τῆς ἀγνοίας, ἧς καὶ τῇ ἀρχῇ ὑποτίμη‐ σιν δέδωκας· οὔτε γὰρ ἀδικίας ἔργον τὸ λαθόντα κατα‐ δέξασθαι, οὔτε ἀσθενείας τὸ ἐκδιδράσκοντα ἀγνοῆσαι. | |
19(t) | Βροῦτος Καυνίοις. | |
1 | Εὐνοεῖν μὲν ἡμῖν πρεσβευόμενοι προσποιεῖσθε, τὰ δὲ ἔργα εἰς οὐδὲν ὧν ἐχρῆν ἐσπουδακότας ἐλέγχει. ὁρᾶτε οὖν μὴ καὶ ἡμεῖς τῇ διὰ τῶν ἔργων πεισθέντες δυσμενείᾳ μᾶλλον ἢ τὴν ἐκ τῶν λόγων ἡδονὴν θηρώμε‐ | |
5 | νοι ὡς ἐχθροῖς ὑμῖν προσενεχθῶμεν. | |
20(t) | Καύνιοι Βρούτῳ. | |
1 | Οὐδὲν θαυμαστὸν εἰ πρεσβευόμενοι ὑπὲρ εὐνοίας ἐν ταῖς ὑπουργίαις καταδεέστεροι τῆς χρείας ἐλεγχόμεθα· ἐκεῖνο μὲν γὰρ ἐσπουδακότων ἔργον, τοῦτο δὲ ἀσθε‐ νούντων. διὸ χρή σε τὴν ἐκ τῆς προθυμίας διάθεσιν | |
5 | μᾶλλον ἢ τὸ ἐν τοῖς ἔργοις ὑπολιπὲς σκοποῦντα φίλους νομίζειν τοὺς καὶ ἃ μὴ δυνάμεθα σπουδάζοντας. | |
21(t) | Βροῦτος Λυκίοις. | |
1 | Ὅσα ὑμῖν ἐστὶ μηχανικὰ ὄργανα τειχομαχίας ἢ ναυμαχίας ἐπὶ Καῦνον, παραπέμψατε Κασσίῳ τῷ συνάρχοντί μου πορθοῦντι Ῥόδον θᾶττον ἡμερῶν τριάκοντα, ἀφ’ ἧς ἂν ἡμέρας τὴν ἐπιστολὴν ταύτην | |
5 | δέξησθε, ἵνα μὴ τοῖς κατ’ ἐκείνων ἡμῖν παρεσκευα‐ σμένοις ἀναγκασθῶμεν χρήσασθαι καθ’ ὑμῶν. | |
22(t) | Λύκιοι Βρούτῳ. | |
1 | Ὀξείας ἐπιταγῆς ἀπόκρισις μία τὸ ῥᾳδίως ὑπουρ‐ γῆσαι. διὸ πειρασόμεθα φθάσαι τοῖς ἔργοις τὴν ἀπὸ σοῦ προθεσμίαν, ἐπεὶ καὶ σὺ ταῖς ἀπειλαῖς τὴν παρ’ ἡμῶν ὑπόσχεσιν ἔφθακας. εἴη μέντοι τὰ ὄργανα μὴ | |
5 | ἄχρηστα φανῆναι διὰ παλαιότητα, ὡς καὶ τὰ Ῥοδίων εὑρήσεις ἐπ’ ἄλλους ἄχρηστα. | |
23(t) | Βροῦτος Λυκίοις. | |
1 | Αἱ μηχαναὶ ὑμῶν μετὰ τὸν πόλεμον, ὡς ἡ παροι‐ μία, ἐκομίσθησαν. ἀλλ’ ὑμᾶς γε ἐπαινοῦμεν· οὐ γὰρ ὑστερήσατε εἰς ἣν ἐκελεύσαμεν προθεσμίαν, Κάσσιος | |
δὲ ἔφθασεν. | 181 | |
24(t) | Λύκιοι Βρούτῳ. | |
1 | Καὶ σοὶ τάχιον ἐλπίδος νικᾶν συμβαίνει, καὶ ἡμῖν μὴ βράδιον ἐπιταγῆς ὑπουργεῖν, εἰ μέλλεις τοὺς συμ‐ μάχους ἐξ ὧν ἂν κελεύσῃς χρόνων μᾶλλον ἢ ἐξ ὧν ἂν ταχύνῃ Κάσσιος ἀποδέχεσθαι. | |
25(t) | Βροῦτος Λυκίοις. | |
1 | Ξάνθιοι τὴν ἐμὴν εὐεργεσίαν ὑπεριδόντες τάφον τῆς ἀνοίας ἐσχήκασι τὴν πατρίδα, Παταρεῖς δὲ πιστεύ‐ σαντες ἑαυτοὺς ἐμοὶ οὐδὲν ἐλλείπουσι διοικοῦντες τὰ καθ’ ἕκαστα τῆς ἐλευθερίας. ἐξὸν οὖν καὶ ὑμῖν ἢ τὴν | |
5 | Παταρέων κρίσιν ἢ τὴν Ξανθίων τύχην ἑλέσθαι. | |
26(t) | Λύκιοι Βρούτῳ. | |
1 | Ξανθίοις μὲν συναχθόμεθα τῆς συμφορᾶς, ἣν πρόσ‐ τιμον τῆς ἀνοίας ἔχουσι τῷ μηδὲ μετανοῆσαι δύνα‐ σθαι, Παταρεῦσι δὲ συνήσθημεν σωφρόνως ἅμα καὶ εὐτυχῶς ἑλομένοις ἃ ἔμελλε συνοίσειν αὐτοῖς. αὐτοὶ | |
5 | δὲ οὐχ οὕτως ἠλίθια φρονοῦμεν, ὥστε, παρὸν ἐν φίλοις ἀριθμουμένοις εὐτυχεῖν, τὴν τῶν δι’ ἔχθραν κεκο‐ λασμένων ἀτυχίαν ἑλέσθαι. | |
27(t) | Βροῦτος Λυκίοις. | |
1 | Ξανθίων τοὺς διαφυγόντας οἱ ὑποδεξάμενοι ὑμῶν οὐδὲν μετριώτερον πείσονται Ξανθίων, Παταρεῦσι δὲ καὶ Μυρεῦσι καὶ Κωρυκίοις καὶ Φασηλίταις, κἂν ἄλλο τι εὖ ποιεῖν ὑποδεξάμενοι αὐτοὺς ἐθέλωσιν, ἐπιτρέπω, | |
5 | ἵνα ὀρθῶς αὑτοῖς βεβουλεῦσθαι φίλους ἡμᾶς ἀλλὰ μὴ πολεμίους ἑλόμενοι ἔργῳ αἴσθωνται ὁρῶντες Ξαν‐ θίους. | |
28(t) | Λύκιοι Βρούτῳ. | |
1 | Οὐδ’ αὐτοὶ Ξανθίους ὑποδέξασθαι ἐγνώκαμεν, εἰ κοινωνεῖν τῆς συμφορᾶς μᾶλλον ἢ ἐπικουφίζειν μέλλο‐ μεν αὐτοῖς τὸ ἀτύχημα, ἐοίκασι δὲ κἀκεῖνοι παραλι‐ πόντες τοὺς μηδὲν ὀνήσαντας ἡμᾶς Παταρεῦσι καὶ | |
5 | Μυρεῦσι καὶ Κωρυκίοις καὶ Φασηλίταις ὡς βεβαιο‐ τέροις προσφεύξεσθαι βοηθοῖς. δῆλον γὰρ πεποίηκας, ὦ Βροῦτε, οὐ δι’ ὀργὴν ἐλαύνων τοὺς φυγάδας ἐκ Λυ‐ κίας, ὑπὸ δὲ χρηστότητος διδάσκων τίσιν ἥδιον αὐτοὺς χαρίσῃ. | |
29(t) | Βροῦτος Κώοις. | |
1 | Οἱ πεμφθέντες ἐπὶ τὴν παρ’ ὑμῶν συμμαχίαν ἀπηγγειλάν μοι τὰς ναῦς ὑμῶν ἄρτι κατασκευάζε‐ σθαι· εἰ δὲ εἰς τὸν τοῦ πολέμου καιρὸν παρασκευά‐ ζεσθε, τί χρήσεσθε ταῖς παρασκευαῖς οὐκ οἶδα. τί | |
5 | γὰρ πλέον ἰσχύος ἀκαίρου, ἧς παντελὴς ἀσθένεια τὸ | |
ἄχρηστον; | 182 | |
30(t) | Κῶοι Βρούτῳ. | |
1 | Τοὺς μὲν ἰδίους ἐπιστάμεθα καιροὺς ὅτι μακρόθεν τῆς χρείας προηυτρεπίσθαι δεῖ, τοὺς δὲ τῶν συμμά‐ χων οὐ ῥᾴδιον συνιδεῖν, εἰ μὴ πρὸ πολλοῦ τις καταγ‐ γέλλοι. τὴν μέντοι παρασκευὴν μὴ νόμιζε ἄχρηστον | |
5 | εἶναι διὰ τὸ βραδύ· κἂν γὰρ εἰς τὸ παρὸν ἐλλείπῃ, σώζεται γοῦν ἀκραιφνὴς εἰς τὰ μέλλοντα. | |
31(t) | Βροῦτος Καυνίοις. | |
1 | Αἱ μὲν κατ’ ὄψιν ὑπουργίαι τῶν ὑπηκόων κολακείας καὶ φόβου τὸ πλέον μεμοίρανται, τὸ δὲ προθύμως εἰς ὃ ἂν ἐπιστέλλωμεν ὑπακούειν πολλὴν ἐνδείκνυται βε‐ βαιότητα. καὶ ὑμεῖς οὖν ὑπὲρ ὧν ἐγράψαμεν δια‐ | |
5 | σκέψασθε, πότερον ὑμῶν καὶ τὰς ἄλλας ὑπουργίας δι’ ἀνάγκην ἁπάσας ἢ δι’ εὔνοιαν χρὴ δέχεσθαι. πίστις γὰρ αὐτάρκης βεβαιότητος φανεῖται τὸ διηνεκῶς ὑμῶν εἰς τὰς χρείας ἕτοιμον. | |
32(t) | Καύνιοι Βρούτῳ. | |
1 | Πίστις εὐνοίας οὐ τὸ συνεχῶς ὑπουργεῖν, τοῦτο γὰρ μόνης ἰσχύος ἔργον, ἀλλὰ τὸ μὴ ὀκνεῖν ἐν οἷς ἄν τις δυνατὸς ᾖ καιροῖς. ἡμεῖς δ’ εἰ μέλλοιμεν ἐκ τῶν ἐλλειμμάτων τὴν παλαιὰν σπουδὴν ἀπιστεῖσθαι, μά‐ | |
5 | την ἂν ἡγησαίμεθα καὶ τὰ πρότερα μεμοχθηκέναι· οὐδὲ γὰρ εἰκὸς τότε ἡμᾶς πεπλάσθαι τὴν πρὸς σὲ φι‐ λίαν, ἣν φόβος μὲν καὶ ἀποῦσαν πάντως ἂν ἐκολά‐ κευσε, κολακεία δὲ καὶ παροῦσαν ἂν διεψεύσατο. | |
33(t) | Βροῦτος Δαμᾷ. | |
1 | Ὅπλων καὶ χρημάτων χρεία. ἢ πέμπε ἢ ἀπο‐ φαίνου. | |
34(t) | Δαμᾶς Βρούτῳ. | |
1 | Εὐπορούντων ἔργον τὸ πέμψαι, πενομένων δὲ τὸ ἀποφαίνεσθαι. | |
35(t) | Βροῦτος Κυζικηνοῖς. | |
1 | Τὰ ἀπὸ Βιθυνίας ὅπλα παραπέμψατε μέχρι Ἑλλησ‐ πόντου ἢ κατὰ γῆν ἐπιθέμενοι ἢ κατὰ θάλατταν, αἴσθοισθε δ’ ἂν αὐτοὶ τῆς ῥᾴονος αὐτῶν κομιδῆς. εἰ μέντοι βραδύτερον ἢ δεῖ ἡμῖν ἔλθοι, ἢ καὶ ὑπὸ τοῖς | |
5 | πολεμίοις γένοιτο, ὑφ’ ὑμῶν ἠδικῆσθαι δόξομεν. | |
36(t) | Κυζικηνοὶ Βρούτῳ. | |
1 | Παραπέμψαι τὰ ὅπλα καὶ κατὰ γῆν διὰ τοὺς πολε‐ μίους καὶ κατὰ θάλατταν διὰ τοὺς χειμῶνας χαλεπόν, μάλιστα σοῦ τὰ ἐναντιώτατα συνάψαντος, τάχος καὶ | |
ἀσφάλειαν. ὅμως δὲ σπουδῆς οὐδεμιᾶς λελειψόμεθα, | 183 | |
5 | ἐὰν τὰ ἐκ τῆς τύχης συμβησόμενα μὴ τοῖς ἀόκνως ὑπουργήσασι προσθῇς. | |
37(t) | Βροῦτος Κυζικηνοῖς. | |
1 | Ἐκομίσθη τὰ ὅπλα καὶ εἰς ὃν ἐβουλόμεθα καιρόν. τῆς οὖν λειτουργίας ταύτης ἐν δέοντι γενομένης ἀντι‐ δίδομεν ὑμῖν τὴν Προκόννησον σὺν ταῖς ἐν αὐτῇ λι‐ θουργίαις. | |
38(t) | Κυζικηνοὶ Βρούτῳ. | |
1 | Οὔτε κέρδους ἐλπίδι ἐσπουδάσαμεν ἂ ἐπέστειλας, οὔτε εἰς τὰ λοιπὰ ὀκνηρῶς ἐμέλλομεν ἕξειν, ἐπαινε‐ θέντες ἀμισθί. ὅμως ἀξιούμενοι δωρεᾶς ἡδόμεθα τῇ σῇ μαρτυρίᾳ πλέον ἢ ταῖς Προκοννησίων λατομίαις. | |
39(t) | Βροῦτος Κυζικηνοῖς. | |
1 | Οἱ πρέσβεις ὑμῶν συνέτυχόν μοι ἀπιόντι ἐπὶ τὸν πόλεμον καὶ παρεῖσθαι τῆς συμμαχίας ἱκέτευον ἀσθέ‐ νειαν αἰτιώμενοι καὶ τὸ ἀπορεῖν τὰ κοινά. δίκαιον μὲν οὖν ἦν, πλησίον ἤδη τῆς χρείας κατεπειγού‐ | |
5 | σης, καὶ εἰ πρότερον οὐκ ἔδοτε, κἂν νῦν ἐπιπέμψαι. πλέον γὰρ ἂν ἐτίμα τὴν λειτουργίαν ὑμῶν ὁ καιρός. ἐπεὶ δὲ ἐοίκατε τὰ κακίω τοῦ πολέμου προλαβεῖν ἐλ‐ πίδι, τῇ μὲν ἀσθενείᾳ ὑμῶν ἣν αἰτιᾶσθε ἥδομαι (τοὐν‐ αντίον γὰρ ἂν ἠχθέσθην ἀκούων ἰσχύειν ὑμᾶς κακοὺς | |
10 | ὄντας), τοὺς δὲ ἄνδρας ὑμῶν συμμάχους μὲν οὐκέτι, ὑπουργοὺς δὲ καὶ ἄκοντας ἕξω. λέληθε δὲ ὑμᾶς οὐ‐ δαμῶς ὡς δεινὸν τῆς ἐκ τοῦ πολέμου μετασχεῖν νίκης, εἰ γένοιτο, τοὺς τό γ’ ἐφ’ ἑαυτοῖς εἰς πᾶσαν ἡμᾶς ἀσθέ‐ νειαν προδόντας. | |
40(t) | Κυζικηνοὶ Βρούτῳ. | |
1 | Τὸ σπουδαῖον ἡμῶν οὐκ ἐξ ὧν πολλάκις ὑπουργή‐ σαμεν μόνον, ἀλλὰ καὶ ταῖς παρὰ σοῦ δωρεαῖς μαρτυ‐ ρηθὲν ἐδόκει πεπιστεῦσθαι. ἐπεὶ δὲ τοῖς κατὰ προαί‐ ρεσιν οὐχ ἅπαντες ὁμονοοῦσιν οἱ καιροί, τί δεῖ μέρος | |
5 | ἔχθρας ἀριθμῆσαι τήν ποτε ἀσθένειαν; πᾶν γὰρ τοὐν‐ αντίον μιᾶς ὑποληπτέον μεγαλοψυχίας τὸ πολυωρεῖν τοὺς ὀρθῶς διακονήσαντας καὶ συγγνώμην ὑποτιμήσει χαρίζεσθαι. σὺ δὲ καὶ πρὸς ἐφήδεσθαι τῇ ἀδυναμίᾳ ἔφης ἡμῶν, ὥσπερ οὐχὶ σοὶ ἐλλείπειν μέλλοντος ὅσον | |
10 | ἂν ἡμῖν ἐνδέῃ. τοὺς μὲν οὖν ἄνδρας, εἴτε συμμά‐ χους εἴτε ὑπουργοὺς ἐθέλεις (οὐ διοισόμεθα γὰρ περὶ ὀνομάτων), ἄπαγε, ἡμεῖς δὲ εἰ ἀπεγνώκειμέν σου τὰς εἰς τὸν πόλεμον ἐλπίδας, οὐκ ἂν ἐθεραπεύομεν αὐ‐ τὰς πρεσβευόμενοι. νῦν δὲ τὰ βέλτιστα εὐχόμενοι | |
15 | περὶ σοῦ καὶ νὴ Δία προσδοκῶντες, εἰ καὶ τῶν ἐπινι‐ κίων ἀπελαθησόμεθα ὡς ἐχθροί, τῆς γοῦν χαρᾶς μεθέ‐ | |
ξομεν ὡς φίλοι. | 184 | |
41(t) | Βροῦτος Σμυρναίοις. | |
1 | Τὸ πρόθυμον τῶν ὑπηκόων διηνεκὲς μὲν ὂν βεβαιό‐ τητα δηλοῖ πρὸς τοὺς ἡγεμόνας, ἐλλεῖπον δὲ καὶ τὸν ὅτε ἑτοίμως ὑπούργει χρόνον δι’ ἀσθένειαν ἐλέγχεται τὴν ἑαυτοῦ μᾶλλον ἢ γνώμην ὑπουργοῦν. σπουδάσατε | |
5 | οὖν ἐκπληρῶσαι ὅσα ὑμῖν ἐπέστειλα πρὸς τὸν πόλε‐ μον, ὡς εἰ νῦν κακοὶ φανεῖσθε, μηδ’ ἣν πρόσθεν ἐπο‐ ρίσασθε μαρτυρίαν ἔτι οἰσόμενοι· οὐ γὰρ χρὴ δοκεῖν ἕξειν τὰ ἴσα μὴ ὁμοίους ἀεὶ φανέντας. | |
42(t) | Σμυρναῖοι Βρούτῳ. | |
1 | Εὐχῆς ἔργον τὸ διηνεκῶς δύνασθαι, καιροῦ δὲ τὸ ἐνίοτε μὴ ἀρκεῖν, τάς τ’ ὑπουργίας οὐ μόνον αἱ ἀσθέ‐ νειαι τῶν κελευσθέντων, ἀλλὰ καὶ ἡ συνέχεια τῶν ἐπι‐ ταγῶν ἐλλιπεῖς ποιεῖ. ἡμεῖς δὲ εἰ καὶ πάλαι διὰ φό‐ | |
5 | βον ἐλειτουργοῦμεν, οὐδ’ ἂν νῦν ἐτολμῶμεν ἀρνεῖσθαι. ἀλλὰ πᾶν τοὐναντίον ἢ δοκεῖ συμβέβηκεν· ἐσπούδασε μὲν γὰρ ἡ γνώμη τότε, ὑποτιμᾶται δὲ νῦν ἡ ἀσθένεια. ὥστε ἄτοπον εἰ τοῖς ἐλλείμμασιν αἱ ὑπουργίαι δια‐ βληθήσονται μᾶλλον ἢ ταῖς ὑπουργίαις παρηγορηθή‐ | |
10 | σεται τὸ ἐλλεῖπον. | |
43(t) | Βροῦτος Μυρεῦσι. | |
1 | Ξάνθιοι ἁλόντες ἐλεεῖσθαι ὑφ’ ἡμῶν ἱκέτευον, ἦν δὲ οἶμαι χαλεπὸν τοὺς τῆς ἐλπίδος τοῦ πολέμου κοινω‐ νοῦντας φεύγειν τὰ πάθη καὶ τὴν ἐκ τῆς νίκης ἡδονὴν θηρωμένους ἴσῃ χρῆσθαι τῇ διαμαρτίᾳ πρὸς τὸ ἄλυ‐ | |
5 | πον. καὶ τούτους οὖν ἐπιτηδείους παντελοῦς ἀπω‐ λείας ἐθέμεθα, καὶ τοῖς ἄλλοις ἀποκηρύττομεν, εἰ μὴ εὐθέως ἡμᾶς δέχοιντο, μηδενὶ τὴν ἡμετέραν γνώμην ἐπιεικεστέραν τῆς ἐκείνων τύχης ἔσεσθαι. | |
44(t) | Μυρεῖς Βρούτῳ. | |
1 | Οὐδὲ Ξανθίους ἔδει σωτηρίας ἀποτυχεῖν, ἧς τάχα ἂν καὶ αὐτοὶ μετέδωκαν τοῖς ἐναντίοις, εἰ ἐκράτησαν· ὡς γὰρ ἡ τοῦ νικᾶν ἴση τοὺς πολεμοῦντας ἐλπὶς ἐξαίρει, οὕτω καὶ τὸ τῆς ἥττης πάθος εἰς κοινὸν ἔλεον | |
5 | ἔρχεται διὰ τὸ ἀνθρώπινον· καὶ πρὸς τοὺς λοιποὺς δὲ παρασκευαστικὴν εὐνοίας ἴσθι τὴν χρηστότητα· ἀπειλὴ μὲν γὰρ ἔχθραν ποιεῖ καὶ πρὸς τὰ οἰκεῖα διὰ τὴν ἐκ τῶν φόβων ἀπόγνωσιν, ἐλπὶς δὲ καὶ τοὺς διαφόρους εἰς εὔνοιαν πεπιστευμένην ἤθει προσάγεται. | |
45(t) | Βροῦτος Μυρεῦσι. | |
1 | Ἡ συμμαχία ὑμῶν ἧκεν ἤδη νενικηκόσιν ἡμῖν. τοῦ μὲν οὖν μηδ’ ὅλως τὸ βράδιον ἀφικέσθαι ἄμεινον, πρὸς μέντοι τὴν τοῦ πολέμου ὑπουργίαν ὁμοίως ἦτε ἄχρηστοι· ἡ γὰρ ἐν πολέμῳ βραδυτὴς ἴσον ἔχει τῷ | |
5 | μηδ’ ὅλως γινομένῳ τὸ ἄπρακτον. | 185 |
46(t) | Μυρεῖς Βρούτῳ. | |
1 | Συνήσθημέν σοι νικήσαντι τὸν πόλεμον θᾶττον ἢ τὴν παρ’ ἡμῶν συμμαχίαν καίπερ μετὰ σπουδῆς ἐκπεμ‐ φθεῖσαν παραγενέσθαι, πρὸς μέντοι τὴν εὔνοιαν οὐδὲ ἡμεῖς ἄπρακτοι ἤλθομεν· οὐδὲ γὰρ ἴσον τῷ μηδ’ ὅλως | |
5 | κινηθέντι τὸ κἂν ἑνὸς ὑστερήσῃ πρὸς τὰ λοιπὰ ἕτοιμον. | |
47(t) | Βροῦτος Μιλησίοις. | |
1 | Οὐδὲ χρημάτων πένεσθαι πόλει συγγνωστόν· ἐκ πολλοῦ γὰρ ὀφείλει φυλάττεσθαι τὸ ἄπορον· τὸ δὲ ἐν τοσούτῳ πλήθει μηδ’ ἄνδρας ὑμᾶς ἔχειν γενναίως ἀγω‐ νιουμένους παντελῶς ἴστε οὐ τύχης ἐνδεεῖς ἀλλὰ τῆς | |
5 | σωτηρίου γνώμης ἐλεγχόμενοι. εἰ δὲ μήτε ὅσα εἰς ἀρετὴν ἀσκεῖτε μήτε ὅσα πρὸς ἰσχὺν παρασκευάζεσθε, ἀδίκως ἴστε πόλις λεγόμενοι. | |
48(t) | Μιλήσιοι Βρούτῳ. | |
1 | Καὶ χρημάτων καὶ στρατιωτῶν ἐνδεῖν αἰσχρὸν οὐ τοῖς μὴ ἐν ἰδίᾳ καθεστῶσι χρείᾳ, πολὺ δὲ μᾶλλον τοῖς εἰ καὶ οἴκοθεν εὐποροῖεν, διὰ γοῦν τὸ μὴ ἐπαρ‐ κεῖν ἄλλων προσδεομένοις. ἡμεῖς δὲ καὶ γνώμης | |
5 | ἕνεκα καὶ τῆς εἰς τὸ δεῦρο τύχης δοκοῦμεν πόλις εἶναι μέχρι τοῦ εἰ καὶ μὴ ἑτέροις ἐπαρκεῖν, ἀλλ’ οὖν μηδὲ τῶν πέλας χρῄζειν. | |
49(t) | Βροῦτος Μιλησίοις. | |
1 | Εἰ μὲν ἔστιν ὑμῖν ὅπλα ἐν κοινῷ, μὴ χρώμενοι τούτοις ἁμαρτάνετε, μία γὰρ ἰσχὺς ὅπλων τὸ χρῆ‐ σθαι· εἰ δὲ καὶ τῆς κατασκευῆς αὐτῶν ἀμελεῖτε, μεμ‐ φθέντες ἂν εἰ καὶ ἔχοντες μὴ ἐχρῆσθε, πόσῳ μεμπτό‐ | |
5 | τεροι μηδὲ ἔχοντες; | |
50(t) | Μιλήσιοι Βρούτῳ. | |
1 | Οὐ τὰ ὅπλα ἰσχὺς ἀνδρῶν, ἀλλὰ τῶν ὅπλων οἱ ἄν‐ δρες· ἐκεῖνα μὲν γὰρ δίχα τῶνδε ἄπρακτα, οἳ δὲ καὶ πορίσαι αὐτὰ καὶ χρήσασθαι αὐτοῖς δύνανται. οὔτε οὖν εἰ ἄπεστιν ὅπλα ἐνδεῖ τοῖς πορίσαι αὐτὰ δυναμέ‐ | |
5 | νοις, οὔτε χρήσιμα τυγχάνει τοῖς κἂν ἔχωσι χρήσα‐ σθαι μὴ δυναμένοις. | |
51(t) | Βροῦτος Τραλλιανοῖς. | |
1 | Εἰ μὲν ἐν τῇ ὑμετέρᾳ στρατοπεδεύειν Δολοβέλλαν ἀνεχόμενοι οἴεσθε μηδὲν ἀδικεῖν με, οὐκ ὀρθῶς φρο‐ νεῖτε· εἰ δὲ νομίζετε, ὧν ἂν τοὺς ἑαυτῶν πολεμίους ἀφελώμεθα, τούτων ὑμῖν ὡς ὄντων οἰκείων παραχω‐ | |
5 | ρήσειν, αὐτίκα πλανᾶσθαί μοι δοκεῖτε. ἢ εἴργετε οὖν αὐτὸν τῆς σφετέρας, ἢ ὅλως μηδ’ ὑφ’ ἡμῶν ἀδι‐ κεῖσθαι φάσκετε ὧν ἂν ἔχειν αὐτοὶ Δολοβέλλαν ἀφε‐ | |
λόμενοι, ἀλλὰ μὴ ὑμῖν παραχωρεῖν ἀξιῶμεν. | 186 | |
52(t) | Τραλλιανοὶ Βρούτῳ. | |
1 | Καὶ Δολοβέλλας ἐν τῇ ἡμετέρᾳ στρατοπεδεύει, καὶ πᾶς ὁ μετ’ ἐκεῖνον βιαζόμενος ἴστω μὴ ἕξων αὐτὴν δο‐ ρίκτητον· οὐ γὰρ εἰ στρατηγὸν Ῥωμαίων σύμμαχοι ὄντες μὴ ἐξείργομεν τῆς ἑαυτῶν, ἤδη καὶ τοῖς πρὸς | |
5 | ἐκεῖνον διαφερομένοις ἆθλον αὐτὴν πολέμου κατηγγέλ‐ καμεν, ἀλλ’ ὃς ἂν ἀκόντων ἡμῶν εἰσβιάζηται, δείξο‐ μεν ἔργῳ καὶ Δολοβέλλαν μὴ ἂν ἄλλως εἰ μὴ ἑκόντων στρατοπεδεύειν. | |
53(t) | Βροῦτος Τραλλιανοῖς. | |
1 | Καὶ πρόσθεν ὑμῖν ἐπέστειλα, ὅτι ἁμαρτάνετε Δο‐ λοβέλλαν ἐν τῇ ὑμετέρᾳ στρατοπεδεύοντα περιορῶντες, καὶ τὸ παρὸν ἴστε, εἰ μὲν ὡς οἰκείας αὐτῷ παραχω‐ ρεῖτε, οὐδ’ ἂν εἰ πρὸς ἡμῶν ἀφαιρεθείητε ὧν ἐκείνῳ | |
5 | ὡς ἀλλοτρίων ἐξέστητε, ἡμῖν ὡς ἰδίων ἀντιποιησάμε‐ νοι, εἰ δὲ ὡς φίλῳ ἐν τῇ ὑμετέρᾳ στρατοπεδεύειν δί‐ δοτε, κοινωνεῖν αὐτῷ τῆς ἐπὶ τῷ πολέμῳ τύχης ἀρξά‐ μενοι οὐδὲ ἡμῖν ἀκούσιοι πολέμιοι φανεῖσθε. | |
54(t) | Τραλλιανοὶ Βρούτῳ. | |
1 | Ἐδηλώσαμέν σοι καὶ πρότερον περὶ Δολοβέλλα, καὶ νῦν ἴσθι, ὅτι οὔτε ἐν ἰδίᾳ στρατοπεδεύει γῇ, ἔστι γὰρ ἡμετέρα, οὔτε εἴ τις αὐτὴν ἀφέλοιτο ἄλλος, συγ‐ χωρήσομεν ἀκόντων ἔχειν, ὅτι τὰ παρ’ ἡμῶν ἐπιτρα‐ | |
5 | πέντα βιάσαιτο. εἰ δὲ δοκοῦμεν τῆς ἐπὶ τῷ πολέμῳ τύχης αὐτῷ κοινωνεῖν, αἱρετώτερον τοῖς ἄρχουσι χει‐ ρῶν ἀντιπρᾶξαι ἢ σύμμαχον ἄνδρα ἐξείργοντας ἀκου‐ σίους Ῥωμαίοις ἐχθροὺς φανῆναι. | |
55(t) | Βροῦτος Τραλλιανοῖς. | |
1 | Ἠγγέλθη μοι Μηνόδωρον ὑμέτερον πολίτην, ξένον καὶ φίλον Δολοβέλλᾳ τῷ ἡμετέρῳ πολεμίῳ, καὶ πρό‐ τερον ὑμᾶς μὴ εἴργειν αὐτὸν ἐν τῇ ὑμετέρᾳ στρατοπε‐ δεύοντα πεῖσαι, καὶ νῦν ὅπως καὶ αὐτὸν καὶ τὴν στρα‐ | |
5 | τιὰν αὐτοῦ τῇ πόλει δέξησθε συμβουλεύειν. ἐγὼ δὲ ὡς μὲν οὐδὲν ὀνήσει Δολοβέλλαν, εἰ καὶ ταῦτα καὶ ἔτι πλείω τούτων ποιῆσαι προσαχθείητε ὑπὸ Μηνοδώρου ἢ καὶ εἴ τις ἄλλος πείσειεν, οὐκ ἀγνοῶ, οὐδὲ μὴν οὔτε Μηνόδωρον ἡ Δολοβέλλα φιλία καὶ ξενία, οὐ μὴν | |
10 | ἀλλ’ οὐχ ὅπως κολάσαιμί τινας σκοπῶν ἐφεδρεύειν οἶ‐ μαι τοῖς ἑνὸς ἑκάστου ἁμαρτήμασιν. ἵνα μέντοι μη‐ δὲν κολάσεως ἄξιον ἁμαρτεῖν ἀναγκασθῆτε, κελεύω ὑμᾶς Μηνόδωρον φυγαδεῦσαι τῆς πατρίδος τοῦ ἰδίου λυσιτελοῦς ἕνεκα, εἴ γέ τι λυσιτελεῖν ἔμελλεν αὐτῷ | |
15 | τὴν πατρίδα πωλοῦντι, Δολοβέλλαν δὲ μήτε τῇ πόλει δέχεσθαι, τῆς τε γῆς ἐξελάσαι, βιαζόμενον δὲ ὅπλοις ἀμύνασθαι, ἢ ἀπειθοῦντας οὐχ ὑπὸ Μηνοδώρου ταῦθ’ ὑμᾶς οἰήσομαι προαχθέντας πεισθῆναι, ἀλλ’ αὐτοὺς | |
Μηνοδώρῳ τούτων ἀφορμὴν δοῦναι ἐθέλοντας. | 187 | |
56(t) | Τραλλιανοὶ Βρούτῳ. | |
1 | Οὐ Μηνόδωρος ὑποδέξασθαι τῇ πόλει Δολοβέλλαν καὶ τὴν στρατιὰν αὐτοῦ προηγάγετο ἡμᾶς, ὥσπερ οὐδὲ πάλαι στρατοπεδεύοντα περιορᾶν ἔπειθεν. ἀλλ’ οὐδὲ εἰ ταῦτα ἐπέπρακτο, ἡγούμεθα δοκεῖν αὐτοὶ Μη‐ | |
5 | νοδώρῳ τοιαύτης εὐβουλίας ἀφορμὴν παρεσχῆσθαι· τάχιον γὰρ ἂν τὴν πρὸς Ῥωμαίους ὁμολογήσαιμεν συμμαχίαν ἡμεῖς ἢ σὺ τοῖς παρ’ ἡμῶν τὴν Δολοβέλλα ξενίαν ἐπικαλεῖς, οἷς εἰ καὶ μηδέν, ὡς λέγεις, ὄφελος οἴσεται ἡ πρὸς ἀλλήλους ὁμόνοια, μέγα γοῦν περιγέ‐ | |
10 | νοιτ’ ἂν τὸ ἐκ τῆς πίστεως εὐσυνείδητον. ὅπλων μέντοι καὶ φυγαδείας οὐδέν τι τοῖς πράγμασι προσδεῖ· Μηνόδωρος γὰρ συναπῆρκε Δολοβέλλᾳ, μὰ Δί’ οὐχ ὡς πιπράσκειν τὴν πατρίδα κεκωλυμένος, ἀλλὰ τὴν ἀρχὴν οὐδὲ νομίζων ἀδίκημα τῷ φίλῳ συνίστασθαι εἰς τὰ | |
15 | ἐπιτήδεια. σὺ δ’ εἰ καλὸν ὑπολαμβάνεις, ὥσπερ καὶ ἔστι καλόν, τὸ μὴ περιμένειν ποτὲ ἁμαρτάνοντας ἀμύνεσθαι, πολλῷ μᾶλλον οἰήθητι δεῖν μὴ προεξανί‐ στασθαι τῶν διαβολῶν, ἀλλ’ ἐπὶ τῷ συμβησομένῳ τὴν κρίσιν τηρεῖν, ἐπεὶ δόξεις οὐκ ἐφ’ οἷς ἂν μέμφῃ | |
20 | τοὺς πέλας δυσμενῶς διατίθεσθαι, πρὸς οὓς δ’ ἂν ἔχ‐ θραν ἔχῃς, αἰτίας τούτοις ἐπιφέρειν. | |
57(t) | Βροῦτος Τραλλιανοῖς. | |
1 | Χρήματα ὅσα Δολοβέλλας κατέθετο παρὰ Μηνο‐ δώρῳ τῷ ἑαυτοῦ ξένῳ, εἴ τέ τινας ἄλλας παρακατα‐ θήκας, παρὰ τῶν τέκνων αὐτοῦ κομισάμενοι τῶν δια‐ δεξαμένων αὐτοῦ τὴν οὐσίαν μετὰ τὴν ἐκείνου φυγὴν | |
5 | ἀναπέμψατε πρός με· εἰ δέ γε μὴ εἶναί φατε, αὐτοὺς τοὺς ἄνδρας μετὰ τέκνων καὶ γυναικῶν· οὐ γὰρ δί‐ καιον τοῖς τῶν ἐμῶν πολεμίων φίλοις ἢ καὶ ξένοις πε‐ ραιτέρω τοῦ μηδὲν αὐτοὺς παθεῖν λυσιτελῆσαι τὴν ἡμετέραν ἐπιείκειαν. | |
58(t) | Τραλλιανοὶ Βρούτῳ. | |
1 | Οὔτε Δολοβέλλαν ἐν τοῖς δαπανηροτάτοις τοῦ πολέ‐ μου καιροῖς ἀποθησαυρίσαι παρακαταθήκας εἰκός, οὔτε Μηνόδωρον ἀπαλλασσόμενον ἐκ τῆς πατρίδος οἷόν τε καταλιπεῖν οἴκοι τὰ τῆς φυγῆς ἐφόδια. τὸ μέντοι γε | |
5 | ἀναπέμπειν πρός σε ἢ τὰ μὴ ὄντα χρήματα ἢ τοὺς ἀναιτίους ἀνθρώπους τῇ μὲν ἀδύνατον τῇ δὲ ἄδικον· οὐ γὰρ ἄξιον τοῖς ἡμετέροις πολίταις διὰ τοὺς σοὺς πολεμίους μέχρι συμφορᾶς ἀλυσιτελῆ εἶναι τὴν παρ’ ἡμῶν, ἐὰν πεισθῶμεν, προδοσίαν. | |
59(t) | Βροῦτος Βιθυνοῖς. | |
1 | Μηδενὶ δοκείτω χαλεπόν, εἰ πολλὰ εἰσπράττομεν πολλῶν δεόμενοι· τούτων γὰρ ἡμεῖς ἔργα ἀποδίδομεν. εἰ δὲ τὸ τῶν εἰσφορῶν πλῆθος βαρύνεσθε, μεμνῆσθαι | |
χρὴ πόσοι πόνοι σὺν τοῖς διδομένοις ὑφ’ ἡμῶν ἀνα‐ | 188 | |
5 | λίσκονται. παντὶ γὰρ δῆλον ὅτι τοῦ παρασκευαζομένου κάμνει πλεῖον ὁ ταῖς παρασκευαῖς τοῦ πολέμου χρώ‐ μενος, ἄλλως τε καὶ ὑμῶν μὲν τῆς οἰκείας φροντίδος ἑκάστῳ, ἡμῖν δὲ τῆς ἁπάντων προνοεῖν ἀνάγκη. | |
60(t) | Βιθυνοὶ Βρούτῳ. | |
1 | Οὐχ ὅσων δεῖσθαί σοι συμβέβηκεν ἤδη καὶ ἡμῖν εὐπορεῖν τοσούτων περίεστι· γνοίης δ’ ἂν δι’ ὅσων ἀθροίζεται τὰ παρασκευαζόμενα καμάτων ἐξ ὧν αὐτὸς ἀναλίσκων αὐτὰ κοπιᾷς. καίτοι τὸ μὲν ὑπὲρ ἄλλων | |
5 | εἰσφέρειν μετὰ πόνου καὶ ἀλυσιτελὲς φαίνεται, τὸ δὲ ταῖς ἑτέρων παρασκευαῖς χρῆσθαι μετ’ ὠφελείας ἐστὶ ῥᾴδιον. εἰ δὲ καὶ ὑπὲρ πολλῶν φὴς κακοπαθεῖν, καὶ ἀπὸ πλειόνων σοι ποριστέον· οὐ γὰρ οἷόν τε ἡμᾶς τοὺς περὶ μόνων ἑαυτῶν φροντίζοντας ταῖς ὑπὲρ ἁπάν‐ | |
10 | των εἰσφοραῖς ἐξαρκεῖν. | |
61(t) | Βροῦτος Βιθυνοῖς. | |
1 | Ἀκύλαν ἐμὸν φίλον ἔπεμψα πρὸς ὑμᾶς κατα‐ σκευάσοντά μοι ναῦς στρογγύλας πεντήκοντα καὶ μα‐ κρὰς διακοσίας, τοσαύτας δὲ καὶ Δολοβέλλᾳ πυνθά‐ νομαι ὑμᾶς παρασχέσθαι. ὀρθῶς οὖν ποιήσετε ναύ‐ | |
5 | τας καὶ ἐρέτας εἰς ταῦτα τὰ πλοῖα, ἄχρι ἂν πρὸς ἐμὲ ἀνακομισθῇ, παρασχόντες τῷ Ἀκύλᾳ καὶ σιτηρέσιον τούτοις μηνῶν τεσσάρων. τῶν γὰρ εἰς τὴν ναυπη‐ γίαν δεόντων ξύλων καὶ τῆς τούτων παρακομιδῆς ἐπὶ θάλασσαν καὶ τεχνιτῶν εὖ οἶδ’ ὅτι οὐδὲν ἀμελήσετε | |
10 | μηδὲ Δολοβέλλα ἐλλιπόντες. | |
62(t) | Βιθυνοὶ Βρούτῳ. | |
1 | Οὐκ εἴ τι Δολοβέλλας ἔφθασεν ἁρπάσας, τοῦτο ἤδη καὶ σοὶ λαβεῖν εὔπορον καταλέλοιπεν. οἱ γοῦν ἐκείνῳ πεντήκοντα καὶ ἑκατὸν νεῶν οὐ πλέον δυνάμενοι παρασχεῖν βιασθέντες πῶς οἷοί τε ἂν εἴημεν σοὶ τὰς | |
5 | ἴσας ἐξ ἀπόρων χορηγῆσαι, καὶ μάλιστα σὺν ἐρέταις καὶ ξύλοις καὶ ναυπηγοῖς, ἃ καὶ ἅπαξ εἰσενεγκεῖν χαλεπόν, δὶς δὲ ἀδύνατον; σιτηρέσιον δὲ οὐδὲ Δολο‐ βέλλας ἡμῖν ἅτε μηδ’ εἰ κελεύσειε παρασχεῖν δυνη‐ σομένοις ἐπήγγειλε. σύγγνωθι οὖν ἡμῖν καὶ σοὶ ἀρ‐ | |
10 | νουμένοις κἀκείνῳ ἀρνήσασθαι μὴ δυνηθεῖσιν. | |
63(t) | Βροῦτος Βιθυνοῖς. | |
1 | Ἔγραψέ μοι Ἀκύλας πολλήν τινα ὑμῖν ῥᾳθυμίαν ἐγκεῖσθαι τῆς εἰς τὰ πλοῖα ὑπουργίας, ἐγὼ δὲ ἐκεῖνον σφόδρα ἐμεμψάμην τῆς ἀνεξικακίας, πειθόμενον ἐπι‐ στολῶν μοι τῶν καθ’ ὑμῶν, ἃς παρ’ ἕκαστα πέμπων | |
5 | οὐ παύεται, δεῖν μᾶλλον ἢ νεῶν, κἂν εἰ σὺν ταῖς κατ’ αὐτοῦ πρεσβείαις δέοι· οὐ γὰρ οἷόν τε διὰ τούτων ἐκείνας καταρτισθῆναι. ὑμᾶς δὲ ὑπομνήσαιμ’ ἂν ἡδέως καὶ νῦν καὶ ἔπειτα τοῦ μὴ ἄκοντας ἡμῖν ἀλλ’ | |
ἑκόντας καὶ εἰς ταῦτα καὶ εἰς τὰ ἄλλα πάντα ὁμοίως | 189 | |
10 | συναγωνίζεσθαι· ἐκ τῶν παρόντων γὰρ καὶ περὶ ἐκεί‐ νων ῥᾴδιον τεκμαίρεσθαι. | |
64(t) | Βιθυνοὶ Βρούτῳ. | |
1 | Ἀκύλας οὐ κατήγορος ἡμῶν τῆς ὀλιγωρίας μᾶλλον ἢ μάρτυς φαίνεται τῆς ἀσθενείας. εἰ γοῦν ἀμελοῦντας ἀληθῶς ἐγίγνωσκεν, οὐκ ἂν παρὸν βιάσασθαι τὴν ὀλι‐ γωρίαν περὶ αὐτῆς σοι ἐπέστελλεν, ἄλλως τε μηδ’ | |
5 | ἡμῶν πρεσβεύεσθαι μελλόντων κατὰ τοῦ διακονοῦντος πρὸς τὸν πέμψαντα. νυνὶ δὲ Ἀκύλας μὲν συνεῖδε τὸ τῆς χρείας ἀδύνατον, σὺ δὲ δι’ ἀπειλῆς λύσειν νομίζων τὸ ἄπορον ἀδίκως ἅμα καὶ ἀνωφελῶς χαλεπαίνεις· οὔτε γὰρ ἐλπὶς οὔτε φόβος χορηγίας αἴτιον, ἀλλὰ τὸ | |
10 | δύνασθαι. | |
65(t) | Βροῦτος Βιθυνοῖς. | |
1 | Οἱ ἄκοντες ἡμῖν ὑπηρετοῦντες οὐχ ἃ μὴ βούλονται παρέχειν κερδαίνουσιν (ἀγαπητὸν γὰρ ἂν ἦν αὐτοῖς τοῦτό γε) ἀλλὰ τὴν ἐπ’ ἐκείνοις χάριν, ἥτις ἂν αὐτοῖς ὠφείλετο ὑφ’ ἡμῶν, ἀποβάλλουσι. κατασκευάσαντες | |
5 | οὖν τὰς ναῦς ὅνπερ τρόπον ἐπεστείλαμεν σὺν τοῖς ἐρέ‐ ταις καὶ τῷ ὀφειλομένῳ σιτηρεσίῳ πέμψατε, ἢ ἀναγ‐ κασθήσεσθε οὐκ ἐπὶ τούτοις ἄχθεσθαι, ἀλλ’ ὧν ἂν ὑπολίπωμεν χάριν ἡμῖν εἰδέναι. | |
66(t) | Βιθυνοὶ Βρούτῳ. | |
1 | Οἱ βιαζόμενοι τοὺς ὑπουργεῖν μὴ ἰσχύοντας οὐχ ἃ προστάττουσιν ὠφελοῦνται (ἡδὺ γὰρ ἂν ἦν μὴ γενέ‐ σθαι χρείας καὶ οἱ ἐν ἀπειλῇ), ἀλλὰ τὸ δοκεῖν μὴ εὐ‐ γνώμονες εἶναι ζημιοῦνται· εἴξουσι γὰρ τῇ ἀνάγκῃ | |
5 | πρὸς τὸ ἄπορον, καὶ εἰ μὴ διὰ φιλανθρωπίαν τῇ ἐν‐ δείᾳ συνέγνωσαν. ἡμεῖς μὲν οὖν τάχιον ἂν εὐπορή‐ σαιμεν καὶ ὑπὲρ ἰσχὺν ἢ ἀρνησόμεθα χορηγεῖν ἔχοντες, σὺ δὲ εἰ πλέον οἴει πορίσειν ἀφ’ ἡμῶν διὰ βίας, ἴσθι μὴ ὧν ἂν παραλίπῃς, ἀλλ’ ὧν ἂν χρήσασθαι δυνηθῇς | |
10 | χάριν ἡμῖν παρέξων. | |
67(t) | Βροῦτος Βιθυνοῖς. | |
1 | Τὰ πλοῖα ἐγὼ πάντα, ὅσων μοι ἔδει, ἐν θαλάσσῃ ἔχω παρασχόντων μοι Μακεδόνων καὶ Λεσβίων καὶ Φοινίκων. ὑμεῖς οὖν ἐπεὶ παρὰ τοὺς χειμῶνας αἰφνι‐ δίως ἐπιπεσόντας ὑστερήσατε, τετρακόσιά μοι τάλαντα | |
5 | εἰς τὸ ἐπιβατικὸν αὐτῶν συγκομίσατε· νομίζω γὰρ εἰς μηδὲν ὑμῖν τούτων αἴτιον τὸν χειμῶνα γεγονέναι, ἐθε‐ λησάντων δὲ ὑμῶν ἐνοχλῆσαι. | |
68(t) | Βιθυνοὶ Βρούτῳ. | |
1 | Ὁ μὲν χειμὼν διεκώλυσε τὴν ναυτικὴν ἡμῶν συμ‐ μαχίαν, ἡ δὲ ναυτικὴ παρασκευὴ ἐξανάλωσε τὰ χρή‐ | |
ματα, ὥστε ἡμᾶς εἰ καὶ μὴ σοί, ἀλλ’ οὖν αὑτοῖς γε δαπανηρῶς μεμοχθηκέναι. τῆς οὖν χρείας ὑπ’ ἄλ‐ | 190 | |
5 | λων πεπληρωμένης αἰτούμεθα συγγνώμην, βραδύναντες μὲν διὰ τὴν τύχην, ἀποροῦντες δὲ διὰ τὸ ἀνάλωμα· οὐ γὰρ δυνατὸν ἡμῖν τὰς ναῦς ποιῆσαι χρήματα ὡς ἐκ τῶν χρημάτων ναῦς. | |
69(t) | Βροῦτος Σαμίοις. | |
1 | Αἱ βουλαὶ ὑμῶν ὀλίγωροι, αἱ ὑπουργίαι βραδεῖαι. τί τούτων τέλος ἐννοεῖσθε. | |
70(t) | Σάμιοι Βρούτῳ. | |
1 | Βουλεύεσθαι μὲν ὀκνηρῶς ἀσφάλεια, ὑπουργεῖν δὲ βραδέως ἀσθένεια· τούτων ἀμφοτέρων ἓν τέλος συγ‐ | |
γνώμη. | 191 |